<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="10"><p> εὖ δʼ ἴστε, ὦ ἄνδρες, ὅτι οὐ μόνον τοῦτον νῦν κολάσετε κατεψηφισμένοι, ἀλλὰ καὶ τοὺς νεωτέρους ἅπαντας ἐπʼ ἀρετὴν προτρέψετε.<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προτρέψετε</foreign> Stephanus: <foreign xml:lang="grc">προτρέψητε</foreign> codd.</note> δύο γάρ ἐστι τὰ παιδεύοντα τοὺς νέους, ἥ τε τῶν ἀδικούντων τιμωρία, καὶ ἡ τοῖς ἀνδράσι τοῖς ἀγαθοῖς διδομένη δωρεά· πρὸς ἑκάτερον δὲ τούτων ἀποβλέποντες τὴν μὲν διὰ τὸν φόβον φεύγουσι, τῆς δὲ διὰ τὴν δόξαν ἐπιθυμοῦσι. διὸ δεῖ, ὦ ἄνδρες, προσέχειν τούτῳ τῷ ἀγῶνι καὶ μηδὲν περὶ πλείονος ποιήσασθαι τοῦ δικαίου. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="11"><p rend="align(indent)">ποιήσομαι δὲ κἀγὼ τὴν κατηγορίαν δικαίαν, οὔτε ψευδόμενος οὐδέν, οὔτʼ ἔξω τοῦ πράγματος λέγων. οἱ μὲν γὰρ πλεῖστοι τῶν εἰς ὑμᾶς εἰσιόντων πάντων ἀτοπώτατον ποιοῦσιν· ἢ γὰρ συμβουλεύουσιν ἐνταῦθα περὶ τῶν κοινῶν πραγμάτων ἢ κατηγοροῦσι καὶ διαβάλλουσι πάντα μᾶλλον ἢ περὶ οὗ μέλλετε τὴν ψῆφον φέρειν. ἔστι δʼ οὐδέτερον τούτων χαλεπόν, οὔθʼ ὑπὲρ ὧν μὴ βουλεύεσθε<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">βουλεύεσθε</foreign> in marg. Ald.: <foreign xml:lang="grc">βούλεσθε</foreign> codd.</note> γνώμην ἀποφήνασθαι, οὔθʼ ὑπὲρ ὧν μηδεὶς ἀπολογήσεται κατηγορίαν εὑρεῖν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="12"><p> ἀλλʼ οὐ δίκαιον ὑμᾶς μὲν ἀξιοῦν δικαίαν τὴν ψῆφον φέρειν, αὐτοὺς δὲ μὴ δικαίαν τὴν κατηγορίαν ποιεῖσθαι. τούτων δʼ αἴτιοι ὑμεῖς ἐστε, ὦ ἄνδρες· τὴν γὰρ ἐξουσίαν ταύτην δεδώκατε τοῖς ἐνθάδʼ εἰσιοῦσι, καὶ ταῦτα κάλλιστον ἔχοντες τῶν Ἑλλήνων παράδειγμα τὸ ἐν Ἀρείῳ πάγῳ συνέδριον, ὃ τοσοῦτον διαφέρει τῶν ἄλλων δικαστηρίων ὥστε καὶ παρʼ αὐτοῖς ὁμολογεῖσθαι τοῖς ἁλισκομένοις δικαίαν ποιεῖσθαι τὴν κρίσιν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="13"><p> πρὸς ὃ δεῖ καὶ ὑμᾶς ἀποβλέποντας μὴ ἐπιτρέπειν τοῖς ἔξω τοῦ πράγματος λέγουσιν· οὕτω γὰρ ἔσται τοῖς τε κρινομένοις ἄνευ διαβολῆς ὁ ἀγών, καὶ τοῖς διώκουσιν ἥκιστα συκοφαντεῖν, καὶ ὑμῖν εὐορκοτάτην <add>τὴν</add><note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὴν</foreign> add. Bekker.</note> ψῆφον ἐνεγκεῖν. ἀδύνατον γάρ ἐστι <del>ἄνευ τοῦ λόγου</del> <add>τοὺς</add><note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοὺς</foreign> addidi <foreign xml:lang="grc">(ἄνευ τοῦ λόγου</foreign> ut gloss. secluso) monente L. A. Post: post <foreign xml:lang="grc">τοῦ</foreign> add. <foreign xml:lang="grc">τοιούτου</foreign> Nicolai: alii alia.</note> μὴ δικαίως δεδιδαγμένους δικαίαν θέσθαι τὴν ψῆφον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0034.tlg001.perseus-grc2" n="14"><p rend="align(indent)">δεῖ δʼ, ὦ ἄνδρες, μηδὲ ταῦτα λαθεῖν ὑμᾶς, ὅτι οὐχ ὅμοιός ἐστιν ὁ ἀγὼν περὶ τούτου καὶ τῶν ἄλλων ἰδιωτῶν. περὶ μὲν γὰρ ἀγνῶτος ἀνθρώπου τοῖς Ἕλλησιν ἐν ὑμῖν αὐτοῖς ἐδοκεῖτʼ ἂν ἢ καλῶς ἢ καὶ φαύλως ἐψηφίσθαι· περὶ δὲ τούτου ὅ τι ἂν βουλεύσησθε, παρὰ πᾶσι τοῖς Ἕλλησιν ἔσται λόγος, οἳ ἴσασι<note anchored="true" resp="editor" xml:lang="lat">Verba <foreign xml:lang="grc">οἳ ἴσασι <gap reason="ellipsis" rend=" . . . "/> ὄντα,</foreign> quae codd. post <foreign xml:lang="grc">ἠκηκόεσαν</foreign> habent, huc transtulit Franke.</note> τὰ τῶν προγόνων τῶν ὑμετέρων ἔργα ἐναντιώτατα τοῖς τούτῳ διαπεπραγμένοις ὄντα. ἐπιφανὴς γάρ<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γάρ</foreign> Bekker: <foreign xml:lang="grc">τε γάρ</foreign> codd.</note> ἐστι διὰ τὸν ἔκπλουν τὸν εἰς Ῥόδον καὶ τὴν ἀπαγγελίαν<note anchored="true" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀπαγγελίαν</foreign> Taylor: <foreign xml:lang="grc">ἐπαγγελίαν</foreign> codd.</note> ἣν ἐποιήσατο καθʼ ὑμῶν πρός τε τὴν πόλιν τὴν τῶν Ῥοδίων, καὶ τῶν ἐμπόρων τοῖς ἐπιδημοῦσιν ἐκεῖ, </p></div></div></body></text></TEI>