χεῖρας Ἄρεΐ τʼ ἐναλίγκιον στεροπαῖσί τʼ ἀκμὰν ποδῶν. τὸ μὲν ἐμὸν Πηλέϊ γάμου θεόμορον ὀπάσσαι γέρας Αἰακίδᾳ, ὅντʼ εὐσεβέστατον φάτις Ἰωλκοῦ τράφειν πεδίον· ἰόντων δʼ ἐς ἄφθιτον ἄντρον εὐθὺς Χείρωνος αὐτίκʼ ἀγγελίαι· μηδὲ Νηρέος θυγάτηρ νεικέων πέταλα δὶς ἐγγυαλιζέτω ἄμμιν· ἐν διχομηνίδεσσιν δὲ ἑσπέραις ἐρατὸν λύοι κεν χαλινὸν ὑφʼ ἥρωϊ παρθενίας. ὣς φάτο Κρονίδαις ἐννέποισα θεά· τοὶ δʼ ἐπὶ γλεφάροις νεῦσαν ἀθανάτοισιν· ἐπέων δὲ καρπὸς οὐ κατέφθινε. φαντὶ γὰρ ξύνʼ ἀλέγειν καὶ γάμον Θέτιος ἄνακτα. καὶ νεαρὰν ἔδειξαν σοφῶν στόματʼ ἀπείροισιν ἀρετὰν Ἀχιλέος· ὃ καὶ Μύσιον ἀμπελόεν αἵμαξε Τηλέφου μέλανι ῥαίνων φόνῳ πεδίον, γεφύρωσέ τʼ Ἀτρεΐδαισι νόστον, Ἑλέναν τʼ ἐλύσατο, Τρωΐας ἶνας ἐκταμὼν δορί, ταί νιν ῥύοντό ποτε μάχας ἐναριμβρότου