εὔφρανας; ἦ ῥα χαλκοκρότου πάρεδρον Δαμάτερος ἁνίκʼ εὐρυχαίταν ἄντειλας Διόνυσον; ἢ χρυσῷ μεσονύκτιον νίφοντα δεξαμένα τὸν φέρτατον θεῶν, ὁπότʼ Ἀμφιτρύωνος ἐν θυρέτροις σταθεὶς ἄλοχον μετῆλθεν Ἡρακλείοις γοναῖς; ἢ ὅτʼ ἀμφὶ πυκναῖς Τειρεσίαο βουλαῖς; ἢ ὅτʼ ἀμφʼ Ἰόλαον ἱππόμητιν; ἢ Σπαρτῶν ἀκαμαντολογχᾶν; ἢ ὅτε καρτερᾶς Ἄδραστον ἐξ ἀλαλᾶς ἄμπεμψας ὀρφανὸν μυρίων ἑτάρων ἐς Ἄργος ἵππιον; ἢ Δωρίδʼ ἀποικίαν οὕνεκεν ὀρθῷ ἔστασας ἐπὶ σφυρῷ Λακεδαιμονίων, ἕλον δʼ Ἀμύκλας Αἰγεῖδαι σέθεν ἔκγονοι, μαντεύμασι Πυθίοις; ἀλλὰ παλαιὰ γὰρ εὕδει χάρις, ἀμνάμονες δὲ βροτοί, ὅ τι μὴ σοφίας ἄωτον ἄκρον κλυταῖς ἐπέων ῥοαῖσιν ἐξίκηται ζυγέν.