καὶ πατρός· τὸν χαλκοχάρμαν ἐς πόλεμον ἆγε σὺν Τιρυνθίοισι πρόφρονα σύμμαχον ἐς Τρωΐαν, ἥρωσι μόχθον, Λαομεδοντίαν ὑπὲρ ἀμπλακίαν ἐν ναυσὶν Ἀλκμήνας τέκος. εἷλε δὲ Περγαμίαν, πέφνεν δὲ σὺν κείνῳ Μερόπων ἔθνεα καὶ τὸν βουβόταν οὔρεϊ ἴσον Φλέγραισιν εὑρὼν Ἀλκυονῆ, σφετέρας δʼ οὐ φείσατο χερσὶν βαρυφθόγγοιο νευρᾶς Ἡρακλέης. ἀλλʼ Αἰακίδαν καλέων ἐς πλόον κεῖνον κύρησε δαινυμένων. τὸν μὲν ἐν ῥινῷ λέοντος στάντα κελήσατο νεκταρέαις σπονδαῖσιν ἄρξαι καρτεραίχμαν Ἀμφιτρυωνιάδαν, ἄνδωκε δʼ αὐτῷ φέρτατος οἰνοδόκον φιάλαν χρυσῷ πεφρικυῖαν Τελαμών, ὁ δʼ ἀνατείναις οὐρανῷ χεῖρας ἀμάχους αὔδασε τοιοῦτον ἔπος· εἴ ποτʼ ἐμάν, ὦ Ζεῦ πάτερ, θυμῷ ἐθέλων ἀρὰν ἄκουσας,