οὐκ ἔραμαι πολὺν ἐν μεγάρῳ πλοῦτον κατακρύψαις ἔχειν, ἀλλʼ ἐόντων εὖ τε παθεῖν καὶ ἀκοῦσαι φίλοις ἐξαρκέων. κοιναὶ γὰρ ἔρχοντʼ ἐλπίδες πολυπόνων ἀνδρῶν. ἐγὼ δʼ Ἡρακλέος ἀντέχομαι προφρόνως, ἐν κορυφαῖς ἀρετᾶν μεγάλαις ἀρχαῖον ὀτρύνων λόγον, ὡς, ἐπεὶ σπλάγχνων ὕπο ματέρος αὐτίκα θαητὰν ἐς αἴγλαν παῖς Διὸς ὠδῖνα φεύγων διδύμῳ σὺν κασιγνήτῳ μόλεν, ὡς οὐ λαθὼν χρυσόθρονον Ἥραν κροκωτὸν σπάργανον ἐγκατέβα· ἀλλὰ θεῶν βασιλ έα σπερχθεῖσα θυμῷ πέμπε δράκοντας ἄφαρ. τοὶ μὲν οἰχθεισᾶν πυλᾶν ἐς θαλάμου μυχὸν εὐρὺν ἔβαν, τέκνοισιν ὠκείας γνάθους ἀμφελίξασθαι μεμαῶτες· ὁ δʼ ὀρθὸν μὲν ἄντεινεν κάρα, πειρᾶτο δὲ πρῶτον μάχας, δισσαῖσι δοιοὺς αὐχένων μάρψαις ἀφύκτοις χερσὶν ἑαῖς ὄφιας· ἀγχομένοις δὲ χρόνος ψυχὰς ἀπέπνευσεν μελέων ἀφάτων. ἐκ δʼ ἄρʼ ἄτλατον δέος πλᾶξε γυναῖκας, ὅσαι τύχον Ἀλκμήνας ἀρήγοισαι λέχει· καὶ γὰρ αὐτά, ποσσὶν ἄπεπλος ὀρούσαισʼ ἀπὸ στρωμνᾶς, ὅμως ἄμυνεν ὕβριν κνωδάλων. ταχὺ δὲ Καδμείων ἀγοὶ χαλκέοις ἀθρόοι σὺν ὅπλοις ἔδραμον· ἐν χερὶ δʼ Ἀμφιτρύων κολεοῦ γυμνὸν τινάσσων φάσγανον ἵκετʼ, ὀξείαις ἀνίαισι τυπείς. τὸ γὰρ οἰκεῖον πιέζει πάνθʼ ὁμῶς· εὐθὺς δʼ ἀπήμων κραδία κᾶδος ἀμφʼ ἀλλότριον. ἔστα δὲ θάμβει δυσφόρῳ τερπνῷ τε μιχθείς. εἶδε γὰρ ἐκνόμιον λῆμά τε καὶ δύναμιν υἱοῦ παλίγγλωσσον δέ οἱ ἀθάνατοι ἀγγέλων ῥῆσιν θέσαν. γείτονα δʼ ἐκκάλεσεν Διὸς ὑψίστου προφάταν ἔξοχον,