θεῶν δʼ ἐφετμαῖς Ἰξίονα φαντὶ ταῦτα βροτοῖς λέγειν ἐν πτερόεντι τροχῷ παντᾷ κυλινδόμενον· τὸν εὐεργέταν ἀγαναῖς ἀμοιβαῖς ἐποιχομένους τίνεσθαι. ἔμαθε δὲ σαφές. εὐμενέσσι γὰρ παρὰ Κρονίδαις γλυκὺν ἑλὼν βίοτον, μακρὸν οὐχ ὑπέμεινεν ὄλβον, μαινομέναις φρασὶν Ἥρας ὅτʼ ἐράσσατο, τὰν Διὸς εὐναὶ λάχον πολυγαθέες· ἀλλά νιν ὕβρις εἰς ἀυάταν ὑπεράφανον ὦρσεν· τάχα δὲ παθὼν ἐοικότʼ ἀνὴρ ἐξαίρετον ἕλε μόχθον. αἱ δύο δʼ ἀμπλακίαι φερέπονοι τελέθοντι· τὸ μὲν ἥρως ὅτι ἐμφύλιον αἷμα πρώτιστος οὐκ ἄτερ τέχνας ἐπέμιξε θνατοῖς, ὅτι τε μεγαλοκευθέεσσιν ἔν ποτε θαλάμοις Διὸς ἄκοιτιν ἐπειρᾶτο. χρὴ δὲ κατʼ αὐτὸν αἰεὶ παντὸς ὁρᾶν μέτρον. εὐναὶ δὲ παράτροποι ἐς κακότατʼ ἀθρόαν ἔβαλον· ποτὶ καὶ τὸν ἵκοντʼ· ἐπεὶ νεφέλᾳ παρελέξατο, ψεῦδος γλυκὺ μεθέπων, ἄϊδρις ἀνήρ· εἶδος γὰρ ὑπεροχωτάτᾳ πρέπεν οὐρανιᾶν θυγατέρι Κρόνου· ἅντε δόλον αὐτῷ θέσαν Ζηνὸς παλάμαι, καλὸν πῆμα. τὸν δὲ τετράκναμον ἔπραξε δεσμόν, ἑὸν ὄλεθρον ὅγʼ· ἐν δʼ ἀφύκτοισι γυιοπέδαις πεσὼν τὰν πολύκοινον ἀνδέξατʼ ἀγγελίαν. ἄνευ οἱ Χαρίτων τέκεν γόνον ὑπερφίαλον, μόνα καὶ μόνον, οὔτʼ ἐν ἀνδράσι γερασφόρον οὔτʼ ἐν θεῶν νόμοις· τὸν ὀνύμαξε τράφοισα Κένταυρον, ὃς ἵπποισι Μαγνητίδεσσι ἐμίγνυτʼ ἐν Παλίου σφυροῖς, ἐκ δʼ ἐγένοντο στρατὸς θαυμαστός, ἀμφοτέροις ὁμοῖοι τοκεῦσι, τὰ ματρόθεν μὲν κάτω, τὰ δʼ ὕπερθε πατρός. θεὸς ἅπαν ἐπὶ ἐλπίδεσσι τέκμαρ ἀνύεται, θεός, ὃ καὶ πτερόεντʼ αἰετὸν κίχε, καὶ θαλασσαῖον παραμείβεται