ἐξίει δʼ ὥσπερ κυβερνάτας ἀνὴρ ἱστίον ἀνεμόεν. μὴ δολωθῇς, ὦ φίλος, κέρδεσιν εὐτράπλοις· ὀπιθόμβροτον αὔχημα δόξας οἶον ἀποιχομένων ἀνδρῶν δίαιταν μανύει καὶ λογίοις καὶ ἀοιδοῖς· οὐ φθίνει Κροίσου φιλόφρων ἀρετά· τὸν δὲ ταύρῳ χαλκέῳ καυτῆρα νηλέα νόον ἐχθρὰ Φάλαριν κατέχει παντᾷ φάτις, οὐδέ νιν φόρμιγγες ὑπωρόφιαι κοινωνίαν μαλθακὰν παίδων ὀάροισι δέκονται. τὸ δὲ παθεῖν εὖ πρῶτον ἄθλων· εὖ δʼ ἀκούειν δευτέρα μοῖρʼ· ἀμφοτέροισι δʼ ἀνὴρ ὃς ἂν ἐγκύρσῃ, καὶ ἕλῃ, στέφανον ὕψιστον δέδεκται. Pythian 2 ΙΕΡΩΝΙ ΣΥΡΑΚΟΣΙῼ ΑΡΜΑΤΙ μεγαλοπόλιες ὦ Συράκοσαι, βαθυπολέμου τέμενος Ἄρεος, ἀνδρῶν ἵππων τε σιδαροχαρμᾶν δαιμόνιαι τροφοί, ὔμμιν τόδε τᾶν λιπαρᾶν ἀπὸ Θηβᾶν φέρων μέλος ἔρχομαι ἀγγελίαν τετραορίας ἐλελίχθονος, εὐάρματος Ἱέρων ἐν ᾇ κρατέων τηλαυγέσιν ἀνέδησεν Ὀρτυγίαν στεφάνοις, ποταμίας ἕδος Ἀρτέμιδος, ἇς οὐκ ἄτερ κείνας ἀγαναῖσιν ἐν χερσὶ ποικιλανίους ἐδάμασσε πώλους. ἐπὶ γὰρ ἰοχέαιρα παρθένος χερὶ διδύμᾳ ὅ τʼ ἐναγώνιος Ἑρμᾶς αἰγλᾶντα τίθησι κόσμον, ξεστὸν ὅταν δίφρον ἔν θʼ ἅρματα πεισιχάλινα καταζευγνύῃ σθένος ἵππιον, ὀρσοτρίαιναν εὐρυβίαν καλέων θεόν. ἄλλοις δέ τις ἐτέλεσσεν ἄλλος ἀνὴρ εὐαχέα βασιλεῦσιν ὕμνον, ἄποινʼ ἀρετᾶς. κελαδέοντι μὲν ἀμφὶ Κινύραν πολλάκις φᾶμαι Κυπρίων, τὸν ὁ χρυσοχαῖτα προφρόνως ἐφίλησʼ Ἀπόλλων, ἱερέα κτίλον Ἀφροδίτας· ἄγει δὲ χάρις φίλων ποίνιμος ἀντὶ ἔργων ὀπιζομένα· σὲ δʼ, ὦ Δεινομένειε παῖ, Ζεφυρία πρὸ δόμων Λοκρὶς παρθένος ἀπύει, πολεμίων καμάτων ἐξ ἀμαχάνων διὰ τεὰν δύναμιν δρακεῖσʼ ἀσφαλές.