τῷ πόλιν κείναν θεοδμάτῳ σὺν ἐλευθερίᾳ Ὑλλίδος στάθμας Ἱέρων ἐν νόμοις ἔκτισσʼ. ἐθέλοντι δὲ Παμφύλου καὶ μὰν Ἡρακλειδᾶν ἔκγονοι ὄχθαις ὕπο Ταϋγέτου ναίοντες αἰεὶ μένειν τεθμοῖσιν ἐν Αἰγιμιοῦ Δωριεῖς. ἔσχον δʼ Ἀμύκλας ὄλβιοι, Πινδόθεν ὀρνύμενοι, λευκοπώλων Τυνδαριδᾶν βαθύδοξοι γείτονες, ὧν κλέος ἄνθησεν αἰχμᾶς. Ζεῦ τέλειʼ, αἰεὶ δὲ τοιαύταν Ἀμένα παρʼ ὕδωρ αἶσαν ἀστοῖς καὶ βασιλεῦσιν διακρίνειν ἔτυμον λόγον ἀνθρώπων, σύν τοι τίν κεν ἁγητὴρ ἀνήρ, υἱῷ τʼ ἐπιτελλόμενος, δᾶμον γεραίρων τράποι σύμφωνον ἐς ἁσυχίαν. λίσσομαι νεῦσον, Κρονίων, ἅμερον ὄφρα κατʼ οἶκον ὁ Φοίνιξ ὁ Τυρσανῶν τʼ ἀλαλατὸς ἔχῃ, ναυσίστονον ὕβριν ἰδὼν τὰν πρὸ Κύμας· οἷα Συρακοσίων ἀρχῷ δαμασθέντες πάθον, ὠκυπόρων ἀπὸ ναῶν ὅ σφιν ἐν πόντῳ βάλεθʼ ἁλικίαν, Ἑλλάδʼ ἐξέλκων βαρείας δουλίας. ἀρέομαι πὰρ μὲν Σαλαμῖνος, Ἀθαναίων χάριν, μισθόν, ἐν Σπάρτᾳ δʼ ἀπὸ τᾶν πρὸ Κιθαιρῶνος μαχᾶν, ταῖσι Μήδειοι κάμον ἀγκυλότοξοι, παρὰ δὲ τὰν εὔυδρον ἀκτὰν Ἱμέρα παίδεσσιν ὕμνον Δεινομένευς τελέσαις, τὸν ἐδέξαντʼ ἀμφʼ ἀρετᾷ, πολεμίων ἀνδρῶν καμόντων. καιρὸν εἰ φθέγξαιο, πολλῶν πείρατα συντανύσαις ἐν βραχεῖ, μείων ἕπεται μῶμος ἀνθρώπων. ἀπὸ γὰρ κόρος ἀμβλύνει αἰανὴς ταχείας ἐλπίδας· ἀστῶν δʼ ἀκοὰ κρύφιον θυμὸν βαρύνει μάλιστʼ ἐσλοῖσιν ἐπʼ ἀλλοτρίοις. ἀλλʼ ὅμως, κρέσσων γὰρ οἰκτιρμοῦ φθόνος, μὴ παρίει καλά. νώμα δικαίῳ πηδαλίῳ στρατόν· ἀψευδεῖ δὲ πρὸς ἄκμονι χάλκευε γλῶσσαν. εἴ τι καὶ φλαῦρον παραιθύσσει, μέγα τοι φέρεται πὰρ σέθεν. πολλῶν ταμίας ἐσσί· πολλοὶ μάρτυρες ἀμφοτέροις πιστοί. εὐανθεῖ δʼ ἐν ὀργᾷ παρμένων, εἴπερ τι φιλεῖς ἀκοὰν ἁδεῖαν αἰεὶ κλύειν, μὴ κάμνε λίαν δαπάναις·