χρυσέα φόρμιγξ, Ἀπόλλωνος καὶ ἰοπλοκάμων σύνδικον Μοισᾶν κτέανον· τᾶς ἀκούει μὲν βάσις, ἀγλαΐας ἀρχά, πείθονται δʼ ἀοιδοὶ σάμασιν, ἁγησιχόρων ὁπόταν προοιμίων ἀμβολὰς τεύχῃς ἐλελιζομένα. καὶ τὸν αἰχματὰν κεραυνὸν σβεννύεις ἀενάου πυρός. εὕδει δʼ ἀνὰ σκάπτῳ Διὸς αἰετός, ὠκεῖαν πτέρυγʼ ἀμφοτέρωθεν χαλάξαις, ἀρχὸς οἰωνῶν, κελαινῶπιν δʼ ἐπί οἱ νεφέλαν ἀγκύλῳ κρατί, γλεφάρων ἁδὺ κλαΐστρον, κατέχευας· ὁ δὲ κνώσσων ὑγρὸν νῶτον αἰωρεῖ, τεαῖς ῥιπαῖσι κατασχόμενος. καὶ γὰρ βιατὰς Ἄρης, τραχεῖαν ἄνευθε λιπὼν ἐγχέων ἀκμάν, ἰαίνει καρδίαν κώματι, κῆλα δὲ καὶ δαιμόνων θέλγει φρένας, ἀμφί τε Λατοίδα σοφίᾳ βαθυκόλπων τε Μοισᾶν. ὅσσα δὲ μὴ πεφίληκε Ζεύς, ἀτύζονται βοὰν Πιερίδων ἀΐοντα, γᾶν τε καὶ πόντον κατʼ ἀμαιμάκετον, ὅς τʼ ἐν αἰνᾷ Ταρτάρῳ κεῖται, θεῶν πολέμιος, Τυφὼς ἑκατοντακάρανος· τόν ποτε Κιλίκιον θρέψεν πολυώνυμον ἄντρον· νῦν γε μὰν ταί θʼ ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαι Σικελία τʼ αὐτοῦ πιέζει στέρνα λαχνάεντα· κίων δʼ οὐρανία συνέχει, νιφόεσσʼ Αἴτνα, πάνετες χιόνος ὀξείας τιθήνα· τᾶς ἐρεύγονται μὲν ἀπλάτου πυρὸς ἁγνόταται ἐκ μυχῶν παγαί· ποταμοὶ δʼ ἁμέραισιν μὲν προχέοντι ῥόον καπνοῦ αἴθωνʼ· ἀλλʼ ἐν ὄρφναισιν πέτρας φοίνισσα κυλινδομένα φλὸξ ἐς βαθεῖαν φέρει πόντου πλάκα σὺν πατάγῳ. κεῖνο δʼ Ἁφαίστοιο κρουνοὺς ἑρπετὸν δεινοτάτους ἀναπέμπει· τέρας μὲν θαυμάσιον προσιδέσθαι, θαῦμα δὲ καὶ παρεόντων ἀκοῦσαι, οἷον Αἴτνας ἐν μελαμφύλλοις δέδεται κορυφαῖς καὶ πέδῳ, στρωμνὰ δὲ χαράσσοισʼ ἅπαν νῶτον ποτικεκλιμένον κεντεῖ. εἴη, Ζεῦ, τὶν εἴη ἁνδάνειν, ὃς τοῦτʼ ἐφέπεις ὄρος, εὐκάρποιο γαίας μέτωπον, τοῦ μὲν ἐπωνυμίαν