Τελαμὼν δὲ τοσοῦτος ἐγένετο, ὥστʼ ἐκ μὲν πόλεως τῆς μεγίστης ἣν αὐτὸς ἐβούλετο γῆμαι Περίβοιαν τὴν Ἀλκάθου· ὅτε δὲ ὁ πρῶτος τῶν Ἑλλήνων ἐδίδου τἀριστεῖα Ἡρακλῆς ὁ Διός, ἑλὼν Τροίαν, Ἡσιόνην αὐτῷ ἔδωκεν. Μελέαγρος δὲ τὰς μὲν τιμὰς ἃς ἔλαβε φανεραί· πατρὸς δʼ ἐν γήρᾳ ἐπιλανθανομένου τῆς θεοῦ οὐχ ὑπὸ τῆς αὑτοῦ αἰτίας ἐδυστύχησε. Θησεὺς δὲ τοὺς μὲν τῆς Ἑλλάδος ἐχθροὺς πάσης μόνος ἀπώλεσε· τὴν δʼ αὑτοῦ πατρίδα πολὺ μείζω ποιήσας ἔτι καὶ νῦν θαυμάζεται.