θαυμαζέτω δὲ μηδεὶς ὅτι οἱ πολλοὶ αὐτῶν ἀρέσκοντες θεοῖς ὅμως ἐτελεύτησαν· τοῦτο μὲν γὰρ ἡ φύσις· ἀλλʼ οἱ ἔπαινοι αὐτῶν μεγάλοι ἐγένοντο· μηδὲ ὅτι οὐχ αἱ αὐταὶ ἡλικίαι πᾶσι τούτοις· ὁ γὰρ Χείρωνος βίος πᾶσιν ἐξήρκει. Ζεῦς γὰρ καὶ Χείρων ἀδελφοὶ πατρὸς μὲν τοῦ αὐτοῦ, μητρὸς δὲ ὁ μὲν Ῥέας, ὁ δὲ Ναΐδος νύμφης· ὥστε ἐγεγόνει μὲν Χείρων πρότερος τούτων, ἐτελεύτησε δὲ ὕστερος, ἐπεὶ Ἀχιλλέα ἐπαίδευσεν.