τὸ μὲν εὕρημα θεῶν, Ἀπόλλωνος καὶ Ἀρτέμιδος, ἄγραι καὶ κύνες· ἔδοσαν δὲ καὶ ἐτίμησαν τούτῳ Χείρωνα διὰ δικαιότητα. ὁ δὲ λαβὼν ἐχάρη τῷ δώρῳ καὶ ἐχρῆτο· καὶ ἐγένοντο αὐτῷ μαθηταὶ κυνηγεσίων τε καὶ ἑτέρων καλῶν Κέφαλος, Ἀσκληπιός, Μειλανίων, Μέστωρ, Ἀμφιάραος, Πηλεύς, Τελαμών, Μελέαγρος, Θησεύς, Ἱππόλυτος, Παλαμήδης, Μενεσθεύς, Ὀδυσσεύς, Διομήδης, Κάστωρ, Πολυδεύκης, Μαχάων, Ποδαλείριος, Ἀντίλοχος, Αἰνείας, Ἀχιλλεύς, ὧν κατὰ χρόνον ἕκαστος ὑπὸ θεῶν ἐτιμήθη.