καὶ χαλινοὶ δὲ οἱ λεῖοι ἐπιτηδειότεροι τῶν τραχέων. ἐὰν δὲ καὶ τραχὺς ἐμβληθῇ, τῇ χαλαρότητι λείῳ δεῖ αὐτὸν ἀφομοιοῦν. ἀγαθὸν δὲ ἐθίζειν αὑτὸν καὶ τὸ ἠρεμεῖν, μάλιστα ἐπὶ θυμοειδοῦς ἵππου, καὶ τὸ ὡς ἥκιστα ἄλλῳ τινὶ ἅπτεσθαι ἢ οἷς τοῦ καθῆσθαι ἀσφαλῶς ἕνεκα ἁπτόμεθα. εἰδέναι δὲ χρὴ ὅτι δίδαγμά τί ἐστι καὶ τὸ ποππυσμῷ μὲν πραΰνεσθαι, κλωσμῷ δὲ ἐγείρεσθαι, καὶ εἴ τις ἐξ ἀρχῆς ἐπὶ μὲν κλωσμῷ τὰ πραέα, ἐπὶ δὲ ποππυσμῷ τὰ χαλεπὰ προσφέροι, μάθοι ἂν ὁ ἵππος ποππυσμῷ μὲν ἐγείρεσθαι, κλωσμῷ δὲ πραΰνεσθαι.