εἰ δέ τις οἴεται, ἢν ταχὺ καὶ πολλὰ ἐλαύνηται, ἀπειπεῖν ποιήσας τὸν ἵππον πραυνεῖν, τἀναντία γιγνώσκει τοῦ γιγνομένου. ἐν γὰρ τοῖς τοιούτοις ὁ θυμοειδὴς καὶ ἄγειν βίᾳ μάλιστα ἐπιχειρεῖ καὶ σὺν τῇ ὀργῇ, ὥσπερ ἄνθρωπος ὀργίλος, πολλάκις καὶ ἑαυτὸν καὶ τὸν ἀναβάτην πολλὰ ἀνήκεστα ἐποίησεν. ἐπιλαμβάνειν δὲ χρὴ ἵππον θυμοειδῆ καὶ τότε τοῦ εἰς τὸ τάχιστον ὁρμᾶν, τοῦ δὲ δὴ παραβάλλειν ἵππῳ καὶ παντάπασιν ἀπέχεσθαι· σχεδὸν γὰρ οἱ θυμοειδέστατοι καὶ φιλονικότατοι τῶν ἵππων γίγνονται.