ἢν δὲ καὶ εἰς τὸ θᾶττον ὁρμώμενον τοῦ καιροῦ ὑπολαμβάνειν βούλῃ τὸν θυμοειδῆ, οὐ δεῖ ἐξαπιναίως σπᾶν, ἀλλʼ ἠρεμαίως προσάγεσθαι τῷ χαλινῷ, πραΰνοντα, οὐ βιαζόμενον ἠρεμεῖν. καὶ αἵ τε μακραὶ ἐλάσεις μᾶλλον ἢ αἱ πυκναὶ ἀποστροφαὶ πραΰνουσι τοὺς ἵππους, καὶ αἱ ἡσυχαῖαι μέν, πολυχρόνιοι δὲ καθέψουσι καὶ πραΰνουσι καὶ οὐκ ἀνεγείρουσι τὸν θυμοειδῆ.