<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0032.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="9"><div type="textpart" subtype="section" n="1"><p><milestone unit="para" ed="P"/>καὶ τὰ μὲν δὴ εἰρημένα ταῦτʼ ἐστίν, ὡς ἂν
						ἥκιστα μὲν ἐξαπατῷτο καὶ πῶλον καὶ ἵππον ὠνούμενος, ἥκιστα δʼ ἂν διαφθείροι
						χρώμενος, μάλιστα δʼ ἂν ἵππον ἀποδεικνύοι, εἰ δέοι, ἔχοντα ὧν ἱππεὺς δεῖται
						εἰς πόλεμον. καιρὸς δʼ ἴσως γράψαι καί, εἴ ποτε συμβαίη θυμοειδεστέρῳ ἵππῳ
						τοῦ καιρίου χρῆσθαι ἢ βλακωδεστέρῳ, ὡς ἂν ὀρθότατα ἑκατέρῳ χρῷτο. </p></div><div type="textpart" subtype="section" n="2"><p>πρῶτον μὲν τοίνυν χρὴ τοῦτο γνῶναι, ὅτι ἐστὶ θυμὸς ἵππῳ ὅπερ ὀργὴ ἀνθρώπῳ.
						ὥσπερ οὖν ἄνθρωπον ἥκιστʼ ἂν ὀργίζοι τις <del>ὁ</del> μήτε λέγων χαλεπὸν
						μηδὲν μήτε ποιῶν, οὕτω καὶ ἵππον θυμοειδῆ ὁ μὴ ἀνιῶν ἥκιστʼ ἂν ἐξοργίζοι.
					</p></div></div></div></body></text></TEI>