ἀνθρώποις μὲν οὖν ἄνθρωπον ἔδοσαν οἱ θεοὶ λόγῳ διδάσκειν ἃ δεῖ ποιεῖν, ἵππον δὲ δῆλον ὅτι λόγῳ μὲν οὐδὲν ἂν διδάξαις· ἢν δὲ ὅταν μὲν ποιήσῃ ὡς ἂν βούλοιο, ἀντιχαρίσῃ τι αὐτῷ, ὅταν δὲ ἀπειθῇ, κολάζῃς, οὕτω μάλιστʼ ἂν μάθοι τὸ δέον ὑπηρετεῖν. καὶ ἔστι μὲν τοῦτο ἐν βραχεῖ εἰπεῖν, διʼ ὅλης δὲ τῆς ἱππικῆς παρακολουθεῖ. καὶ γὰρ χαλινὸν μᾶλλον ἂν λαμβάνοι, εἰ ὁπότε δέξαιτο ἀγαθόν τι αὐτῷ ἀποβαίνοι· καὶ διαπηδῴη δʼ ἂν καὶ ἐξάλλοιτο καὶ τἆλλα πάντα ὑπηρετοίη ἄν, εἰ προσδοκῴη, ὁπότε τὰ σημαινόμενα πράξειε, ῥᾳστώνην τινά.