<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0032.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="8"><div type="textpart" subtype="section" n="1"><p><milestone unit="para" ed="P"/>ἐπείπερ δὲ ἔστιν ὅπου τρέχειν δεήσει τὸν ἵππον
						καὶ πρανῆ καὶ ὄρθια καὶ πλάγια, ἔστι δʼ ὅπου διαπηδᾶν, ἔστι δʼ ὅπου καὶ
						ἐκπηδᾶν, ἔνθα δὲ καθάλλεσθαι, καὶ ταῦτα πάντα διδάσκειν τε δεῖ καὶ μελετᾶν
						καὶ αὑτὸν καὶ τὸν ἵππον. οὕτω γὰρ ἂν σωτήριοί τε εἶεν ἀλλήλοις καὶ καθόλου
						χρησιμώτεροι ἂν δοκοῖεν εἶναι. </p></div><div type="textpart" subtype="section" n="2"><p>εἰ δέ τις διλογεῖν ἡμᾶς οἴεται, ὅτι περὶ τῶν αὐτῶν λέγομεν νῦν τε καὶ
						πρόσθεν, οὐ διλογία ταῦτʼ ἐστίν. ὅτε μὲν γὰρ ἐωνεῖτο, πειρᾶσθαι ἐκελεύομεν
						εἰ δύναιτο ὁ ἵππος ταῦτα ποιεῖν· νῦν δὲ διδάσκειν φαμὲν χρῆναι τὸν ἑαυτοῦ
						καὶ γράψομεν ὡς δεῖ διδάσκειν. </p></div></div></div></body></text></TEI>