ἐπειδάν γε μὴν καθέζηται, πρῶτον μὲν ἠρεμεῖν δεῖ διδάσκειν τὸν ἵππον, ἕως ἂν καὶ ὑποσπάσηται, ἤν τι δέηται, καὶ ἡνίας ἰσώσηται καὶ δόρυ λάβῃ ὡς ἂν εὐφορώτατον εἴη· ἔπειτα δὲ ἐχέτω τὸν ἀριστερὸν βραχίονα πρὸς ταῖς πλευραῖς· οὕτω γὰρ εὐσταλέστατός τε ὁ ἱππεὺς ἔσται καὶ ἡ χεὶρ ἐγκρατεστάτη. ἡνίας γε μὴν ἐπαινοῦμεν ὁποῖαι ἴσαι τέ εἰσι καὶ μὴ ἀσθενεῖς μηδὲ ὀλισθηραὶ μηδὲ παχεῖαι, ἵνα καὶ τὸ δόρυ ὅταν δέῃ δέχεσθαι ἡ χεὶρ δύνηται.