<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0032.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="7"><div type="textpart" subtype="section" n="4"><p>τούτου δʼ ἕνεκεν καὶ ταύτην ἐπαινοῦμεν τὴν ἀνάβασιν, ὅτι ἅμα τε ἀναβεβηκὼς ἂν
						εἴη καὶ κατεσκευασμένος πάντα, εἴ τι δέοι ἐξαίφνης πρὸς πολεμίους
						ἀγωνίζεσθαι. </p></div><div type="textpart" subtype="section" n="5"><p>ἐπειδάν γε μὴν καθέζηται ἐάν τε ἐπὶ ψιλοῦ ἐάν τε ἐπὶ τοῦ ἐφιππίου, οὐ τὴν
						ὥσπερ ἐπὶ <del>τοῦ</del> δίφρου ἕδραν ἐπαινοῦμεν, ἀλλὰ τὴν ὥσπερ εἰ ὀρθὸς ἂν
						διαβεβηκὼς εἴη τοῖν σκελοῖν. τοῖν τε γὰρ μηροῖν οὕτως ἂν ἔχοιτο μᾶλλον τοῦ
						ἵππου, καὶ ὀρθὸς ὢν ἐρρωμενεστέρως ἂν δύναιτο καὶ ἀκοντίσαι καὶ πατάξαι ἀπὸ
						τοῦ ἵππου, εἰ δέοι. </p></div></div></div></body></text></TEI>