ὅταν δὲ ἱκανῶς ἤδη δοκῇ τὸ γυμνάσιον τῷ ἵππῳ ἔχειν, ἀγαθὸν καὶ διαναπαύσαντα ὁρμῆσαι αὖθις ἐξαίφνης εἰς τὸ τάχιστον, καὶ ἀφʼ ἵππων μέντοι, μὴ πρὸς ἵππους· καὶ ἐκ τοῦ ταχέος αὖ ὡς ἐγγυτάτω ἠρεμίζειν, καὶ ἐκ τοῦ ἑστάναι δὲ στρέψαντα δεῖ πάλιν ὁρμᾶν· πρόδηλον γὰρ ὅτι ἔσται ποτὲ ὅτε ἑκατέρου τούτων δεήσει· ὅταν γε μὴν καταβαίνειν ἤδη καιρὸς ᾖ, μήτε ἐν ἵπποις ποτὲ καταβαίνειν μήτε παρὰ σύστασιν ἀνθρώπων μήτʼ ἔξω τῆς ἱππασίας, ἀλλʼ ὅπουπερ καὶ πονεῖν ἀναγκάζεται ὁ ἵππος, ἐνταῦθα καὶ τῆς ῥᾳστώνης τυγχανέτω.