ὅταν γε μὴν ὑπολαμβάνῃ, ὡς ἥκιστα μὲν χρὴ τὸν ἵππον πλαγιοῦν τῷ χαλινῷ, ὡς ἥκιστα δʼ αὐτὸν πλαγιοῦσθαι· εἰ δὲ μή, εὖ χρὴ εἰδέναι ὅτι μικρὰ πρόφασις ἀρκέσει κεῖσθαι καὶ αὐτὸν καὶ τὸν ἵππον. ἐπειδάν γε μὴν ἐκ τῆς στροφῆς εἰς τὸ εὐθὺ βλέπῃ ὁ ἵππος, ἐν τούτῳ πρὸς τὸ θᾶττον αὐτὸν ὁρμάτω. δῆλον γὰρ ὅτι καὶ ἐν τοῖς πολέμοις αἱ στροφαί εἰσι τοῦ διώκειν ἢ τοῦ ἀποχωρεῖν ἕνεκα. ἀγαθὸν οὖν τὸ στραφέντα ταχύνειν μελετᾶν.