ἢν δέ τίς ποτε βουληθῇ χρῆσθαι τῷ χρησίμῳ εἰς πόλεμον ἵππῳ ὡς μεγαλοπρεπεστέρῳ τε καὶ περιβλεπτοτέρῳ ἱππάζεσθαι, τοῦ μὲν ἕλκειν τε τὸ στόμα τῷ χαλινῷ καὶ μυωπίζειν τε καὶ μαστιγοῦν τὸν ἵππον, ἃ οἱ πολλοὶ ποιοῦντες λαμπρύνειν οἴονται, ἀπέχεσθαι δεῖ· πάντα γὰρ τἀναντία οὗτοί γε ποιοῦσιν ὧν βούλονται. τά τε γὰρ στόματα ἕλκοντες ἄνω ἀντὶ τοῦ προορᾶν ἐκτυφλοῦσι τοὺς ἵππους καὶ μυωπίζοντες καὶ παίοντες ἐκπλήττουσιν, ὡς τεταράχθαι καὶ κινδυνεύειν. ταῦτα δʼ ἐστὶν ἵππων ἔργα τῶν μάλιστα ἀχθομένων ἱππασίᾳ καὶ αἰσχρὰ καὶ οὐ καλὰ ποιούντων.