οὐ μέντοι ἀγνοῶ ὅτι, ἢν μὲν πιστεύωσι δυνήσεσθαι ταχὺ ἐλαύνειν, πάνυ ἂν ἡδέως ἐπιδείξαιντο· ἢν δὲ ἀμελέτητοι ὦσιν, ὁρᾶν χρὴ ὅπως μὴ οἱ πολέμιοι αὐτοὺς τοῦτο δρᾶν ἀναγκάσουσιν. ἔν γε μὴν ταῖς δοκιμασίαις ἡ μὲν τάξις εἴρηται μεθʼ ἧς ἂν κάλλιστα ἱππάζοιντο. ἢν δὲ ὁ ἡγούμενος, ἤνπερ ἔχῃ δυνατὸν ἵππον, ἐν τῷ ἔξωθεν ἀεὶ στίχῳ περιφέρηται, οὕτως αὐτὸς μὲν ἀεὶ ταχὺ ἐλᾷ καὶ οἱ σὺν αὐτῷ ἔξωθεν γιγνόμενοι πάλιν αὖ ταχὺ ἐλῶσιν· ὥστε ἡ μὲν βουλὴ ἀεὶ τὸ ταχὺ ἐλαυνόμενον θεάσεται, οἱ δὲ ἵπποι οὐκ ἀπεροῦσιν ἐν μέρει ἀναπαυόμενοι.