<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0032.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="2"><div type="textpart" subtype="section" n="5"><p>τὸν μέντοι ἀφηγούμενον ἐκ παντὸς τρόπου δεῖ ἱκανὸν ἄνδρα καθιστάναι. ἀγαθὸς
						γὰρ ὤν, εἴτε ποτὲ δέοι ἐπὶ πολεμίους ἐλαύνειν, ἐγκελεύων ῥώμην ἂν ἐμβάλλοι
						τοῖς ἔμπροσθεν, εἴτʼ αὖ καὶ ἀποχωρεῖν καιρὸς συμβαίνοι, φρονίμως ἀφηγούμενος
						μᾶλλον ἄν, ὡς τὸ εἰκός, σῴζοι τοὺς φυλέτας. </p></div><div type="textpart" subtype="section" n="6"><p>οἱ μέντοι δεκάδαρχοι ἄρτιοι ὄντες πλείω ἴσα μέρη παρέχοιεν ἂν διαιρεῖν ἢ εἰ
						περιττοὶ εἶεν. αὕτη δέ μοι ἡ τάξις ἀρέσκει διὰ τάδε, ὅτι πρῶτον μὲν οἱ
						πρωτοστάται πάντες ἄρχοντες γίγνονται· οἱ δʼ αὐτοὶ ἄνδρες ὅταν ἄρχωσι,
						μᾶλλόν πως οἴονται ἑαυτοῖς προσήκειν καλόν τι ποιεῖν ἢ ὅταν ἰδιῶται ὦσιν·
						ἔπειτα δὲ καὶ ὅταν πρακτέον τι ᾖ, τὸ παραγγέλλειν μὴ ἰδιώταις ἀλλʼ ἄρχουσι
						πολὺ ἁνυτικώτερον. </p></div></div></div></body></text></TEI>