ἔστι δὲ καὶ οὓς ἄν μοι δοκεῖ τις νέους μὲν τὰ ἐν ἱππικῇ λαμπρὰ λέγων εἰς ἐπιθυμίαν καθιστάναι τοῦ ἱππεύειν, τοὺς δὲ κυρίους αὐτῶν ἧττον ἀντιτείνοντας ἔχειν, τάδε διδάσκων ὡς ἀναγκασθήσονται μὲν ἱπποτροφεῖν, ἢν μὴ ὑπὸ σοῦ, ὑπʼ ἄλλου γε διὰ τὰ χρήματα· ἢν δʼ ἐπὶ σοῦ ἀναβῶσιν, ὡς ἀποτρέψεις μὲν τοὺς παῖδας αὐτῶν τῶν πολυτελῶν τε καὶ μανικῶν ἱππωνιῶν, ἐπιμελήσῃ δὲ ὡς ἂν ταχὺ ἱππικοὶ γίγνοιντο· λέγοντα δὲ οὕτω καὶ ποιεῖν ταῦτα πειρατέον.