<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0032.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="4"><div type="textpart" subtype="section" n="22"><p>εἰ δʼ αὖ τις τοῦτʼ ἐνθυμεῖται, πῶς ἐπειδὰν πολλοὶ ἐργάται γένωνται, πολλοὶ
						φανοῦνται καὶ οἱ μισθωσόμενοι, ἐκεῖνο κατανοήσας θαρρείτω, ὅτι πολλοὶ μὲν
						τῶν κατεσκευασμένων προσμισθώσονται τοὺς δημοσίους (πολλὰ γάρ ἐστι τὰ
						ὑπάρχοντα), πολλοὶ δʼ εἰσὶ καὶ αὐτῶν τῶν ἐν τοῖς ἔργοις γηράσκοντες, πολλοὶ
						δὲ καὶ ἄλλοι καὶ Ἀθηναῖοι καὶ ξένοι οἳ τῷ σώματι μὲν οὔτε βούλοιντʼ ἂν οὔτε
						δύναιντʼ ἂν ἐργάζεσθαι, τῇ δὲ γνώμῃ ἐπιμελόμενοι ἡδέως ἂν τὰ ἐπιτήδεια
						πορίζοιντο. </p></div><div type="textpart" subtype="section" n="23"><p>ἤν γε μέντοι τὸ πρῶτον συστῇ διακόσια καὶ χίλια ἀνδράποδα, εἰκὸς ἤδη ἀπʼ
						αὐτῆς τῆς προσόδου ἐν ἔτεσι πέντε ἢ ἓξ μὴ μεῖον ἂν τῶν ἑξακισχιλίων
						γενέσθαι. ἀπό γε μὴν τούτου τοῦ ἀριθμοῦ ἢν ὀβολὸν ἕκαστος ἀτελῆ τῆς ἡμέρας
						προσφέρῃ, ἡ μὲν πρόσοδος ἑξήκοντα τάλαντα τοῦ ἐνιαυτοῦ. </p></div></div></div></body></text></TEI>