ὅπως γε μὴν τὰ ὠνηθέντα σῴζηται, τῷ δημοσίῳ ἔστι λαμβάνειν ἐγγύους παρὰ τῶν μισθουμένων, ὥσπερ καὶ παρὰ τῶν ὠνουμένων τὰ τέλη. ἀλλὰ μὴν καὶ ἀδικῆσαί γε ῥᾷον τῷ τέλος πριαμένῳ ἢ τῷ ἀνδράποδα μισθουμένῳ. ἀργύριον μὲν γὰρ πῶς καὶ φωράσειεν ἄν τις τὸ δημόσιον ἐξαγόμενον, ὁμοίου τοῦ ἰδίου ὄντος αὐτῷ; ἀνδράποδα δὲ σεσημασμένα τῷ δημοσίῳ σημάντρῳ καὶ προκειμένης ζημίας τῷ τε πωλοῦντι καὶ τῷ ἐξάγοντι, πῶς ἄν τις ταῦτα κλέψειεν; οὐκοῦν μέχρι μὲν τούτου δυνατὸν φαίνεται τῇ πόλει εἶναι τὸ ἀνθρώπους καὶ κτήσασθαι καὶ φυλάξαι.