εἰ δὲ δυνατὰ λέγομεν καθʼ ἓν ἕκαστον αὐτῶν σκοπῶν ὁ βουλόμενος κρινέτω. οὐκοῦν τιμὴν μὲν ἀνθρώπων εὔδηλον ὅτι μᾶλλον ἂν τὸ δημόσιον δύναιτο ἢ οἱ ἰδιῶται παρασκευάσασθαι. τῇ γε μὴν βουλῇ ῥᾴδιον καὶ κηρύξαι ἄγειν τὸν βουλόμενον ἀνδράποδα καὶ τὰ προσαχθέντα πρίασθαι. ἐπειδὰν δὲ ὠνηθῇ, τί ἂν ἧττον μισθοῖτό τις παρὰ τοῦ δημοσίου ἢ παρὰ τῶν ἰδιωτῶν, ἐπὶ τοῖς αὐτοῖς μέλλων ἕξειν; μισθοῦνται γοῦν καὶ τεμένη καὶ ἱερὰ καὶ οἰκίας καὶ τέλη ὠνοῦνται παρὰ τῆς πόλεως.