<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0032.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="4"><div type="textpart" subtype="section" n="14"><p>τῆς μέντοι πόλεως πάνυ ἄξιον θαυμάσαι τὸ αἰσθανομένην πολλοὺς πλουτιζομένους
						ἐξ αὐτῆς ἰδιώτας μὴ μιμεῖσθαι τούτους. πάλαι μὲν γὰρ δήπου οἷς μεμέληκεν
						ἀκηκόαμεν ὅτι Νικίας ποτὲ ὁ Νικηράτου ἐκτήσατο ἐν τοῖς ἀργυρείοις χιλίους
						ἀνθρώπους, οὓς ἐκεῖνος Σωσίᾳ τῷ Θρᾳκὶ ἐξεμίσθωσεν, ἐφʼ ᾧ ὀβολὸν μὲν ἀτελῆ
						ἑκάστου τῆς ἡμέρας ἀποδιδόναι, τὸν δʼ ἀριθμὸν ἴσους ἀεὶ παρέχειν. </p></div><div type="textpart" subtype="section" n="15"><p>ἐγένετο δὲ καὶ Ἱππονίκῳ ἑξακόσια ἀνδράποδα κατὰ τὸν αὐτὸν τρόπον τοῦτον
						ἐκδεδομένα, ἃ προσέφερε μνᾶν ἀτελῆ τῆς ἡμέρας, Φιλημονίδῃ δὲ τριακόσια
							<add>ἃ</add> ἡμιμναῖον, ἄλλοις δέ γε ὡς, οἴομαι, δύναμις ἑκάστοις
						ὑπῆρχεν. </p></div></div></div></body></text></TEI>