<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0032.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="4"><div type="textpart" subtype="section" n="12"><p>δοκεῖ δέ μοι καὶ ἡ πόλις προτέρα ἐμοῦ ταῦτʼ ἐγνωκέναι· παρέχει γοῦν ἐπὶ
						ἰσοτελείᾳ καὶ τῶν ξένων τῷ βουλομένῳ ἐργάζεσθαι ἐν τοῖς μετάλλοις. </p></div><div type="textpart" subtype="section" n="13"><p><milestone unit="para" ed="P"/>ἵνα δὲ καὶ σαφέστερον περὶ τῆς τροφῆς εἴπω,
						νῦν διηγήσομαι ὡς κατασκευασθέντα τὰ ἀργύρεια ὠφελιμώτατʼ ἂν εἴη τῇ πόλει.
						ἀπʼ αὐτῶν μὲν οὖν ἔγωγε <del>ἀφʼ</del> ὧν μέλλω λέγειν οὐδέν τι ἀξιῶ
						θαυμάζεσθαι ὡς δυσεύρετόν τι ἐξηυρηκώς· τὰ μὲν γὰρ ὧν λέξω καὶ νῦν ἔτι
						πάντες ὁρῶμεν, τὰ δὲ παροιχόμενα πάντες κατὰ ταὐτὰ αὖ ἀκούομεν. </p></div></div></div></body></text></TEI>