ἀλλὰ μὴν καὶ ἡ πόλις γʼ ἂν ὠφεληθείη, εἰ οἱ πολῖται μετʼ ἀλλήλων στρατεύοιντο μᾶλλον ἢ εἰ συντάττοιντο αὐτοῖς, ὥσπερ νῦν, Λυδοὶ καὶ Φρύγες καὶ Σύροι καὶ ἄλλοι παντοδαποὶ βάρβαροι· πολλοὶ γὰρ τοιοῦτοι τῶν μετοίκων. πρὸς δὲ τῷ ἀγαθῷ τῷ τούτους ἐκ τοῦ συντάττεσθαι ἀφεθῆναι καὶ κόσμος ἂν τῇ πόλει εἴη, εἰ δοκοῖεν Ἀθηναῖοι εἰς τὰς μάχας αὑτοῖς μᾶλλον πιστεύειν ἢ ἀλλοδαποῖς.