καὶ μὴν οὐ περίρρυτός γε οὖσα ὅμως ὥσπερ νῆσος πᾶσιν ἀνέμοις προσάγεταί τε ὧν δεῖται καὶ ἀποπέμπεται ἃ βούλεται· ἀμφιθάλαττος γάρ ἐστι. καὶ κατὰ γῆν δὲ πολλὰ δέχεται ἐμπορίᾳ· ἤπειρος γάρ ἐστιν. ἔτι δὲ ταῖς μὲν πλείσταις πόλεσι βάρβαροι προσοικοῦντες πράγματα παρέχουσιν· Ἀθήναις δὲ γειτονεύουσιν αἳ καὶ αὐταὶ πλεῖστον ἀπέχουσι τῶν βαρβάρων.