<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0032.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="1"><div type="textpart" subtype="section" n="5"><p>ἔστι δὲ καὶ γῆ ἣ σπειρομένη μὲν οὐ φέρει καρπόν, ὀρυττομένη δὲ πολλαπλασίους
						τρέφει ἢ εἰ σῖτον ἔφερε. καὶ μὴν ὑπάργυρός ἐστι σαφῶς θείᾳ μοίρᾳ· πολλῶν
						γοῦν πόλεων παροικουσῶν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν εἰς οὐδεμίαν τούτων
						οὐδὲ μικρὰ φλὲψ ἀργυρίτιδος διήκει. </p></div><div type="textpart" subtype="section" n="6"><p>οὐκ ἂν ἀλόγως δέ τις οἰηθείη τῆς Ἑλλάδος καὶ πάσης δὲ τῆς οἰκουμένης ἀμφὶ τὰ
						μέσα οἰκεῖσθαι τὴν πόλιν. ὅσῳ γὰρ ἄν τινες πλέον ἀπέχωσιν αὐτῆς, τοσούτῳ
						χαλεπωτέροις ἢ ψύχεσιν ἢ θάλπεσιν ἐντυγχάνουσιν· ὁπόσοι τʼ ἂν αὖ βουληθῶσιν
						ἀπʼ ἐσχάτων τῆς Ἑλλάδος ἐπʼ ἔσχατα ἀφικέσθαι, πάντες οὗτοι ὥσπερ κύκλου
						τόρνον τὰς Ἀθήνας ἢ παραπλέουσιν ἢ παρέρχονται. </p></div></div></div></body></text></TEI>