<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0032.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="1"><div type="textpart" subtype="section" n="3"><p>οὐκοῦν τὸ μὲν τὰς ὥρας ἐνθάδε πρᾳοτάτας εἶναι καὶ αὐτὰ τὰ γιγνόμενα μαρτυρεῖ·
						ἃ γοῦν πολλαχοῦ οὐδὲ βλαστάνειν δύναιτʼ ἂν ἐνθάδε καρποφορεῖ. ὥσπερ δὲ ἡ γῆ,
						οὕτω καὶ ἡ περὶ τὴν χώραν θάλαττα παμφορωτάτη ἐστίν. καὶ μὴν ὅσαπερ οἱ θεοὶ
						ἐν ταῖς ὥραις ἀγαθὰ παρέχουσι, καὶ ταῦτα πάντα ἐνταῦθα πρῳαίτατα μὲν
						ἄρχεται, ὀψιαίτατα δὲ λήγει. </p></div><div type="textpart" subtype="section" n="4"><p>οὐ μόνον δὲ κρατεῖ τοῖς ἐπʼ ἐνιαυτὸν θάλλουσί τε καὶ γηράσκουσιν, ἀλλὰ καὶ
						ἀίδια ἀγαθὰ ἔχει ἡ χώρα. πέφυκε μὲν γὰρ λίθος ἐν αὐτῇ ἄφθονος, ἐξ οὗ
						κάλλιστοι μὲν ναοί, κάλλιστοι δὲ βωμοὶ γίγνονται, εὐπρεπέστατα δὲ θεοῖς
						ἀγάλματα· πολλοὶ δʼ αὐτοῦ καὶ Ἕλληνες καὶ βάρβαροι προσδέονται. </p></div></div></div></body></text></TEI>