<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0032.tlg009.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="8"><div type="textpart" subtype="section" n="3"><p>ἀλλὰ μὴν καὶ τῇ μεγαλογνωμοσύνῃ γε ὡς εὐκαίρως ἐχρῆτο οὐ παραλειπτέον.
						ἐκεῖνος γὰρ ὅτʼ ἦλθεν αὐτῷ ἐπιστολὴ παρὰ βασιλέως, ἣν ὁ μετὰ Καλλία τοῦ
						Λακεδαιμονίου Πέρσης ἤνεγκε, περὶ ξενίας τε καὶ φιλίας <del>αὐτῷ</del>,
						ταύτην μὲν οὐκ ἐδέξατο, τῷ δὲ φέροντι εἶπεν ἀπαγγεῖλαι βασιλεῖ ὡς ἰδίᾳ μὲν
						πρὸς αὐτὸν οὐδὲν δέοι ἐπιστολὰς πέμπειν, ἢν δὲ φίλος τῇ Λακεδαίμονι καὶ τῇ
						Ἑλλάδι εὔνους ὢν φαίνηται, ὅτι καὶ αὐτὸς φίλος ἀνὰ κράτος αὐτῷ ἔσοιτο· ἢν
						μέντοι, ἔφη, ἐπιβουλεύων ἁλίσκηται, μηδʼ ἂν πάνυ πολλὰς ἐπιστολὰς δέχωμαι,
						φίλον ἕξειν με οἰέσθω. </p></div><div type="textpart" subtype="section" n="4"><p>ἐγὼ οὖν καὶ τοῦτο ἐπαινῶ Ἀγησιλάου τὸ πρὸς τὸ ἀρέσκειν τοῖς Ἕλλησιν ὑπεριδεῖν
						τὴν βασιλέως ξενίαν. ἄγαμαι δὲ κἀκεῖνο, ὅτι οὐχ ὁπότερος πλείω τε χρήματα
						ἔχοι καὶ πλειόνων ἄρχοι, τούτῳ ἡγήσατο μεῖζον φρονητέον εἶναι, ἀλλʼ ὁπότερος
						αὐτός τε ἀμείνων εἴη καὶ ἀμεινόνων ἡγοῖτο. </p></div></div></div></body></text></TEI>