<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0032.tlg009.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="6"><div type="textpart" subtype="section" n="8"><p>τοιγαροῦν τοιαῦτα ποιῶν τοῖς μὲν πολεμίοις δεινὸς ἦν, τοῖς δὲ φίλοις θάρρος
						καὶ ῥώμην ἐνεποίει. ὥστε ἀκαταφρόνητος μὲν ὑπὸ τῶν ἐχθρῶν διετέλεσεν,
						ἀζήμιος δʼ ὑπὸ τῶν πολιτῶν, ἄμεμπτος δʼ ὑπὸ τῶν φίλων, πολυεραστότατος δὲ
						καὶ πολυεπαινετώτατος ὑπὸ πάντων ἀνθρώπων. </p></div></div><div type="textpart" subtype="chapter" n="7"><div type="textpart" subtype="section" n="1"><p><milestone unit="para" ed="P"/>ὥς γε μὴν φιλόπολις ἦν καθʼ ἓν μὲν ἕκαστον
						μακρὸν ἂν εἴη γράφειν· οἴομαι γὰρ οὐδὲν εἶναι τῶν πεπραγμένων αὐτῷ ὅ τι οὐκ
						εἰς τοῦτο συντείνει. ὡς δʼ ἐν βραχεῖ εἰπεῖν, ἅπαντες ἐπιστάμεθα ὅτι
						Ἀγησίλαος, ὅπου ᾤετο τὴν πατρίδα τι ὠφελήσειν, οὐ πόνων ὑφίετο, οὐ κινδύνων
						ἀφίστατο, οὐ χρημάτων ἐφείδετο, οὐ σῶμα, οὐ γῆρας προὐφασίζετο, ἀλλὰ καὶ
						βασιλέως ἀγαθοῦ τοῦτο ἔργον ἐνόμιζε, τὸ τοὺς ἀρχομένους ὡς πλεῖστα ἀγαθὰ
						ποιεῖν. </p></div></div></div></body></text></TEI>