<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0032.tlg009.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="5"><div type="textpart" subtype="section" n="3"><p>τάδε μέντοι πλεονεκτῶν οὐκ ᾐσχύνετο, ἐν μὲν τῷ θέρει τοῦ ἡλίου, ἐν δὲ τῷ
						χειμῶνι τοῦ ψύχους· καὶ μὴν εἴ ποτε μοχθῆσαι στρατιᾷ συμβαίη, ἑκὼν ἐπόνει
						παρὰ τοὺς ἄλλους, νομίζων πάντα τὰ τοιαῦτα παραμυθίαν εἶναι τοῖς
						στρατιώταις. ὡς δὲ συνελόντι εἰπεῖν, Ἀγησίλαος πονῶν μὲν ἠγάλλετο, ῥᾳστώνην
						δὲ πάμπαν οὐ προσίετο. </p></div><div type="textpart" subtype="section" n="4"><p>περί γε μὴν ἀφροδισίων ἐγκρατείας αὐτοῦ ἆρʼ οὐχὶ εἰ μή του ἄλλου ἀλλὰ
						θαύματος ἕνεκα ἄξιον μνησθῆναι; τὸ μὲν γὰρ ὧν μὴ ἐπεθύμησεν ἀπέχεσθαι
						ἀνθρώπινον ἄν τις φαίη εἶναι· τὸ δὲ Μεγαβάτου τοῦ Σπιθριδάτου παιδὸς
						ἐρασθέντα ὥσπερ ἂν τοῦ καλλίστου ἡ σφοδροτάτη φύσις ἐρασθείη, ἔπειτα, ἡνίκα
						ἐπιχωρίου ὄντος τοῖς Πέρσαις φιλεῖν οὓς ἂν τιμῶσιν ἐπεχείρησε καὶ ὁ
						Μεγαβάτης φιλῆσαι τὸν Ἀγησίλαον, διαμάχεσθαι ἀνὰ κράτος τὸ μὴ φιληθῆναι, ἆρʼ
						οὐ τοῦτό γε ἤδη τὸ σωφρόνημα καὶ δαιμόνιον; </p></div></div></div></body></text></TEI>