ἐνταῦθα δὴ Ἀγησίλαος γνοὺς ὅτι, εἰ μὲν μηδετέρῳ συλλήψοιτο, μισθὸν οὐδέτερος λύσει τοῖς Ἕλλησιν, ἀγορὰν δὲ οὐδέτερος παρέξει, ὁπότερός τʼ ἂν κρατήσῃ, οὗτος ἐχθρὸς ἔσται, εἰ δὲ τῷ ἑτέρῳ συλλήψοιτο, οὗτός γε εὖ παθὼν ὡς τὸ εἰκὸς φίλος ἔσοιτο, οὕτω δὴ κρίνας ὁπότερος φιλέλλην μᾶλλον ἐδόκει εἶναι, στρατευσάμενος μετὰ τούτου τὸν μὲν μισέλληνα μάχῃ νικήσας χειροῦται, τὸν δʼ ἕτερον συγκαθίστησι· καὶ φίλον ποιήσας τῇ Λακεδαίμονι καὶ χρήματα πολλὰ προσλαβὼν οὕτως ἀποπλεῖ οἴκαδε καίπερ μέσου χειμῶνος ὄντος, σπεύδων ὡς μὴ ἀργὸς ἡ πόλις εἰς τὸ ἐπιὸν θέρος πρὸς τοὺς πολεμίους γένοιτο. καὶ ταῦτα μὲν δὴ εἴρηται ὅσα τῶν ἐκείνου ἔργων μετὰ πλείστων μαρτύρων ἐπράχθη. τὰ γὰρ τοιαῦτα οὐ τεκμηρίων προσδεῖται, ἀλλʼ ἀναμνῆσαι μόνον ἀρκεῖ καὶ εὐθὺς πιστεύεται. νῦν δὲ τὴν ἐν τῇ ψυχῇ αὐτοῦ ἀρετὴν πειράσομαι δηλοῦν, διʼ ἣν ταῦτα ἔπραττε καὶ πάντων τῶν καλῶν ἤρα καὶ πάντα τὰ αἰσχρὰ ἐξεδίωκεν.