<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0032.tlg009.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="2"><div type="textpart" subtype="section" n="17"><p><milestone unit="para" ed="P"/>ἐκ δὲ τούτου κατανοήσας τοὺς Ἀργείους τὰ μὲν
						οἴκοι καρπουμένους, Κόρινθον δὲ προσειληφότας, ἡδομένους δὲ τῷ πολέμῳ,
						στρατεύει ἐπʼ αὐτούς· καὶ δῃώσας πᾶσαν αὐτῶν τὴν χώραν εὐθὺς ἐκεῖθεν
						ὑπερβαλὼν κατὰ τὰ στενὰ εἰς Κόρινθον αἱρεῖ τὰ ἐπὶ τὸ Λέχαιον τείνοντα τείχη·
						καὶ ἀναπετάσας τῆς Πελοποννήσου τὰς πύλας οὕτως οἴκαδε ἀπελθὼν εἰς τὰ
						Ὑακίνθια ὅπου ἐτάχθη ὑπὸ τοῦ χοροποιοῦ τὸν παιᾶνα τῷ θεῷ συνεπετέλει. </p></div><div type="textpart" subtype="section" n="18"><p>ἐκ τούτου δὲ αἰσθανόμενος τοὺς Κορινθίους πάντα μὲν τὰ κτήνη ἐν τῷ Πειραίῳ
						σῳζομένους, πᾶν δὲ τὸ Πείραιον σπείροντας καὶ καρπουμένους, μέγιστον δὲ
						ἡγησάμενος ὅτι Βοιωτοὶ ταύτῃ ἐκ Κρεύσιος ὁρμώμενοι εὐπετῶς τοῖς Κορινθίοις
						παρεγίγνοντο, στρατεύει ἐπὶ τὸ Πείραιον. ἰδὼν δὲ ὑπὸ πολλῶν φυλαττόμενον, ὡς
						ἐνδιδομένης τῆς πόλεως ἐξ ἀρίστου μετεστρατοπεδεύσατο πρὸς τὸ ἄστυ· </p></div></div></div></body></text></TEI>