<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0032.tlg009.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="2"><div type="textpart" subtype="section" n="11"><p>(ἦσαν δʼ οὗτοι τῶν τε ἐξ οἴκου αὐτῷ συστρατευσαμένων καὶ τῶν Κυρείων τινές),
						καὶ Ἴωνες δὲ καὶ Αἰολεῖς καὶ Ἑλλησπόντιοι ἐχόμενοι. καὶ πάντες οὗτοι τῶν
						συνεκδραμόντων τε ἐγένοντο καὶ εἰς δόρυ ἀφικόμενοι ἐτρέψαντο τὸ καθʼ
						ἑαυτούς. Ἀργεῖοι μέντοι οὐκ ἐδέξαντο τοὺς ἀμφʼ Ἀγησίλαον, ἀλλʼ ἔφυγον ἐπὶ
						τὸν Ἑλικῶνα. κἀνταῦθα οἱ μέν τινες τῶν ξένων ἐστεφάνουν ἤδη τὸν Ἀγησίλαον,
						ἀγγέλλει δέ τις αὐτῷ ὅτι Θηβαῖοι τοὺς Ὀρχομενίους διακόψαντες ἐν τοῖς
						σκευοφόροις εἰσί. καὶ ὁ μὲν εὐθὺς ἐξελίξας τὴν φάλαγγα ἦγεν ἐπʼ αὐτούς· οἱ
						δʼ αὖ Θηβαῖοι ὡς εἶδον τοὺς συμμάχους πρὸς τῷ Ἑλικῶνι πεφευγότας, διαπεσεῖν
						βουλόμενοι πρὸς τοὺς ἑαυτῶν ἐχώρουν ἐρρωμένως. </p></div><div type="textpart" subtype="section" n="12"><p>ἐνταῦθα δὴ Ἀγησίλαον ἀνδρεῖον μὲν ἔξεστιν εἰπεῖν ἀναμφιλόγως, οὐ μέντοι
						εἵλετό γε τὰ ἀσφαλέστατα· ἐξὸν γὰρ αὐτῷ παρέντι τοὺς διαπίπτοντας ἑπομένῳ
						χειροῦσθαι τοὺς ὄπισθεν οὐκ ἐποίησε τοῦτο, ἀλλʼ ἀντιμέτωπος συνέρραξε τοῖς
						Θηβαίοις. καὶ συμβαλόντες τὰς ἀσπίδας ἐωθοῦντο, ἐμάχοντο, ἀπέκτεινον,
						ἀπέθνῃσκον. καὶ κραυγὴ μὲν οὐδεμία παρῆν, οὐ μὴν οὐδὲ σιγή, φωνὴ δέ τις ἦν
						τοιαύτη οἵαν ὀργή τε καὶ μάχη παράσχοιτʼ ἄν. τέλος δὲ τῶν Θηβαίων οἱ μὲν
						διαπίπτουσι πρὸς τὸν Ἑλικῶνα, πολλοὶ δʼ ἀποχωροῦντες ἀπέθανον. </p></div></div></div></body></text></TEI>