<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0032.tlg009.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="2"><div type="textpart" subtype="section" n="1"><p><milestone unit="para" ed="P"/>διαβὰς δὲ τὸν Ἑλλήσποντον ἐπορεύετο διὰ τῶν
						αὐτῶν ἐθνῶν ὧνπερ ὁ Πέρσης τῷ παμπληθεῖ στόλῳ· καὶ ἣν ἐνιαυσίαν ὁδὸν ὁ
						βάρβαρος ἐποιήσατο, ταύτην μεῖον ἢ ἐν μηνὶ καθήνυσεν ὁ Ἀγησίλαος. οὐ γὰρ ὡς
						ὑστερήσειε τῆς πατρίδος προεθυμεῖτο. </p></div><div type="textpart" subtype="section" n="2"><p>ἐπεὶ δὲ ἐξαμείψας Μακεδονίαν εἰς Θετταλίαν ἀφίκετο, Λαρισαῖοι μὲν καὶ
						Κραννώνιοι καὶ Σκοτουσαῖοι καὶ Φαρσάλιοι σύμμαχοι ὄντες Βοιωτοῖς, καὶ πάντες
						δὲ Θετταλοὶ πλὴν ὅσοι αὐτῶν φυγάδες τότε ὄντες ἐτύγχανον, ἐκακούργουν αὐτὸν
						ἐφεπόμενοι. ὁ δὲ τέως μὲν ἦγεν ἐν πλαισίῳ τὸ στράτευμα, τοὺς ἡμίσεις μὲν
						ἔμπροσθεν, τοὺς ἡμίσεις δὲ ἐπʼ οὐρᾷ ἔχων τῶν ἱππέων· ἐπεὶ δʼ ἐκώλυον τῆς
						πορείας αὐτὸν οἱ Θετταλοὶ ἐπιτιθέμενοι τοῖς ὄπισθεν, παραπέμπει ἐπʼ οὐρὰν
						καὶ τὸ ἀπὸ τοῦ προηγουμένου στρατεύματος ἱππικὸν πλὴν τῶν περὶ ἑαυτόν. </p></div></div></div></body></text></TEI>