<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0032.tlg008.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="6"><div type="textpart" subtype="section" n="9"><p>ταῦτα δʼ ἀκούσας ὁ Σιμωνίδης ὑπολαβὼν εἶπεν· ὑπέρευ μοι δοκεῖς ἔνια λέγειν. ὁ
						γὰρ πόλεμος φοβερὸν μέν, ἀλλʼ ὅμως, ὦ Ἱέρων, ἡμεῖς γε ὅταν ὦμεν ἐν στρατείᾳ,
						φύλακας προκαθιστάμενοι θαρραλέως δείπνου τε καὶ ὕπνου λαγχάνομεν. </p></div><div type="textpart" subtype="section" n="10"><p>καὶ ὁ Ἱέρων ἔφη· ναὶ μὰ Δία, ὦ Σιμωνίδη· αὐτῶν μὲν γὰρ προφυλάττουσιν οἱ
						νόμοι, ὥστε περὶ ἑαυτῶν φοβοῦνται καὶ ὑπὲρ ὑμῶν· οἱ δὲ τύραννοι μισθοῦ
						φύλακας ἔχουσιν ὥσπερ θεριστάς. </p></div></div></div></body></text></TEI>