<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0032.tlg008.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="6"><div type="textpart" subtype="section" n="13"><p>φίλους μὲν γὰρ πῶς ἂν νομίσαις ποτὲ εὖ ποιεῖν, ὅταν εὖ εἰδῇς ὅτι ὁ τὰ πλεῖστα
						λαμβάνων παρὰ σοῦ ἥδιστʼ ἂν ὡς τάχιστα ἐξ ὀφθαλμῶν σου γένοιτο; ὅ τι γὰρ ἄν
						τις λάβῃ παρὰ τυράννου, οὐδεὶς οὐδὲν ἑαυτοῦ νομίζει πρὶν ἂν ἔξω τῆς τούτου
						ἐπικρατείας γένηται. </p></div><div type="textpart" subtype="section" n="14"><p>ἐχθροὺς δʼ αὖ πῶς ἂν φαίης μάλιστα τοῖς τυράννοις ἐξεῖναι χειροῦσθαι, ὅταν εὖ
						εἰδῶσιν ὅτι ἐχθροὶ αὐτῶν εἰσι πάντες οἱ τυραννούμενοι, τούτους δὲ μήτε
						κατακαίνειν ἅπαντας μήτε δεσμεύειν οἷόν τε ᾖ (τίνων γὰρ ἔτι ἄρξει;) ἀλλʼ
						εἰδότα ὅτι ἐχθροί εἰσι, </p></div></div></div></body></text></TEI>