πρὸς ταῦτα δὴ ὁ Ἱέρων ἀπεκρίνατο· ἐγὼ μὲν τοίνυν, ἔφη, ὦ Σιμωνίδη, ἔξω τούτων ὧν εἴρηκας σύγε οὐδʼ ὅπως ἂν αἴσθοιτό τινος ἄλλου ὁ τύραννος ἔχοιμʼ ἂν εἰπεῖν, ὥστε μέχρι γε τούτου οὐκ οἶδʼ εἴ τινι διαφέρει ὁ τυραννικὸς βίος τοῦ ἰδιωτικοῦ βίου. καὶ ὁ Σιμωνίδης εἶπεν· ἀλλʼ ἐν τοῖσδε, ἔφη, διαφέρει· πολλαπλάσια μὲν διʼ ἑκάστου τούτων εὐφραίνεται, πολὺ δὲ μείω τὰ λυπηρὰ ἔχει. καὶ ὁ Ἱέρων εἶπεν· οὐχ οὕτως ἔχει, ὦ Σιμωνίδη, ταῦτα, ἀλλʼ εὖ ἴσθʼ ὅτι μείω πολὺ εὐφραίνονται οἱ τύραννοι τῶν μετρίως διαγόντων ἰδιωτῶν, πολὺ δὲ πλείω καὶ μείζω λυποῦνται.