<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0032.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" n="4"><div type="textpart" subtype="chapter" n="5"><div type="textpart" subtype="section" n="49"><p>ἢν δὲ λάβωμεν τοὺς ἵππους, ἑψόμεθα ὑμῖν. κἂν μὲν δοκῶμεν ὠφελεῖν πλέον ἀπʼ αὐτῶν συναγωνιζόμενοι, οὕτω προθυμίας οὐδὲν ἐλλείψομεν· ἢν δὲ πεζοὶ γενόμενοι δοκῶμεν καιριωτέρως ἂν παρεῖναι, τό τε καταβῆναι ἐν μέσῳ καὶ εὐθὺς πεζοὶ ὑμῖν παρεσόμεθα· τοὺς δʼ ἵππους μηχανησόμεθα οἷς ἂν παραδοίημεν.
</p></div><div type="textpart" subtype="section" n="50"><p>ὁ μὲν οὕτως ἔλεξεν· οἱ δὲ ἀπεκρίναντο· ἀλλʼ ἡμεῖς μέν, ὦ Κῦρε, οὔτʼ ἄνδρας ἔχομεν οὓς ἀναβιβάσαιμεν ἂν ἐπὶ τούτους τοὺς ἵππους, οὔτʼ εἰ εἴχομεν, σοῦ ταῦτα βουλομένου ἄλλο ἂν ἀντὶ τούτων ᾑρούμεθα. καὶ νῦν, ἔφασαν, τούτους λαβὼν ποίει ὅπως ἄριστόν σοι δοκεῖ εἶναι.
</p></div><div type="textpart" subtype="section" n="51"><p>ἀλλὰ δέχομαί τε, ἔφη, καὶ ἀγαθῇ τύχῃ ἡμεῖς τε ἱππεῖς γενοίμεθα καὶ ὑμεῖς διέλοιτε τὰ κοινά. πρῶτον μὲν οὖν τοῖς θεοῖς, ἔφη, ἐξαιρεῖτε ὅ τι ἂν οἱ μάγοι ἐξηγῶνται· ἔπειτα δὲ καὶ Κυαξάρῃ ἐκλέξασθε ὁποῖʼ ἂν οἴεσθε αὐτῷ μάλιστα χαρίζεσθαι.
</p></div><div type="textpart" subtype="section" n="52"><p>καὶ οἳ γελάσαντες εἶπον ὅτι γυναῖκας ἐξαιρετέον εἴη. γυναῖκάς τε τοίνυν ἐξαιρεῖτε, ἔφη, καὶ ἄλλο ὅ τι ἂν δοκῇ ὑμῖν. ἐπειδὰν δʼ ἐκείνῳ ἐξέλητε, τοὺς ἐμοί, ὦ Ὑρκάνιοι, ἐθελουσίους τούτους ἐπισπομένους πάντας ἀμέμπτους ποιεῖτε εἰς δύναμιν.
</p></div><div type="textpart" subtype="section" n="53"><p>ὑμεῖς δʼ αὖ, ὦ Μῆδοι, τοὺς πρώτους συμμάχους γενομένους τιμᾶτε τούτους, ὅπως εὖ βεβουλεῦσθαι ἡγήσωνται ἡμῖν φίλοι γενόμενοι. νείματε δὲ πάντων τὸ μέρος καὶ τῷ παρὰ Κυαξάρου ἥκοντι αὐτῷ τε καὶ τοῖς μετʼ αὐτοῦ· καὶ συνδιαμένειν δὲ παρακαλεῖτε, ὡς ἐμοὶ τοῦτο συνδοκοῦν, ἵνα καὶ Κυαξάρῃ μᾶλλον εἰδὼς περὶ ἑκάστου ἀπαγγείλῃ τὰ ὄντα.
</p></div></div></div></div></body></text></TEI>