<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0032.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="8"><div type="textpart" subtype="section" n="18"><p>οἷς γε μὴν κοινὸν τὸ φιλεῖσθαι, πῶς οὐκ ἀνάγκη τούτους ἡδέως μὲν προσορᾶν
                        ἀλλήλους, εὐνοϊκῶς δὲ διαλέγεσθαι, πιστεύειν δὲ καὶ πιστεύεσθαι, καὶ
                        προνοεῖν μὲν ἀλλήλων, συνήδεσθαι δʼ ἐπὶ ταῖς καλαῖς πράξεσι, συνάχθεσθαι δὲ
                        ἄν τι σφάλμα προσπίπτῃ, τότε δʼ εὐφραινομένους διατελεῖν, ὅταν ὑγιαίνοντες
                        συνῶσιν, ἂν δὲ κάμῃ ὁπότερος οὖν, πολὺ συνεχεστέραν τὴν συνουσίαν ἔχειν, καὶ
                        ἀπόντων ἔτι μᾶλλον ἢ παρόντων ἐπιμελεῖσθαι; οὐ ταῦτα πάντα ἐπαφρόδιτα; διά
                        γέ τοι τὰ τοιαῦτα ἔργα ἅμα ἐρῶντες τῆς φιλίας καὶ χρώμενοι αὐτῇ εἰς γῆρας
                        διατελοῦσι. </p></div></div></div></body></text></TEI>