ἔνδοξον δὲ δὲ add. Babington. τὸν αὑτῶν βίον ἐποίησαν, ὧν οὗτος τοσοῦτον ὑπερέσχεν ἀνδρείᾳ καὶ φρονήσει, ὅσον οἱ μὲν ἐπελθοῦσαν τὴ ν τῶν βαρβάρων δύναμιν ἠμύναντο, ὁ δὲ μηδʼ ἐπελθεῖν ἐποίησεν. κἀκεῖνοι μὲν ἐν τῇ οἰκ ε ίᾳ τοὺς ἐχθ ρ οὺς ἐπεῖδον ἀγωνιζομένους, οὗτος δὲ ἐν τῇ τῶν ἐχθρῶν περιεγένετο τῶν ἀντιπάλων.