τίς γὰρ γὰρ add. Cobet. κα ι ρὸς ἐν ᾧ τῆς τούτων ἀρετῆς οὐ μνημονεύσομεν; τίς τόπος ἐν ᾧ ζήλου καὶ τῶν ἐντιμοτάτων ἐπαίνων τυγχάνοντας οὐκ ὀψόμεθα; πότερον οὐκ ἐν τοῖς τῆς πόλεως ἀγαθοῖς; ἀλλὰ τὰ διὰ τούτους γεγονότα τ ίνας ἄλλους ἢ τούτους ἐπαινεῖσθ αι καὶ μνήμης τυγχάνειν ποιήσει; ἀλλʼ οὐκ ἐν ταῖς ἰδίαις εὐπραξίαις; ἀλλʼ ἐν τῇ τούτων ἀρετῇ βεβαίως αὐτῶν ἀπολαύσομεν.