ὑπὲρ ὧν ἁπάντων οὗτοι πόνους πόνων διαδόχους ποιούμενοι, καὶ τοῖς καθʼ ἡμέραν κινδύνοις τοὺ ς εἰς τὴν ἅπαντα χρόνον φόβους τῶν πολιτῶν καὶ τῶν Ἑλλήνων παραιρούμενοι, τὸ ζῆν ἀνήλωσαν εἰς τὸ τοὺς ἄλλους καλῶς ζῆν. διὰ τούτους πατέρες ἔνδοξοι, μητέρες περίβλε π τοι τοῖς πολίταις γεγόνασι, ἀδελφαὶ γάμων τῶν προσηκόντων ἐννόμως τετυχήκασι καὶ τεύξονται, παῖδες ἐφόδιον εἰς τὴν πρὸς τὸν δῆμον ε ὔνοι αν εὔνοιαν Cobet. τὴν τῶν οὐκ ἀπολωλότων Column 10 ἀρετήν, οὐ γὰρ θεμιτὸν τούτου τοῦ ὀνόματος τυχεῖν τοὺς οὕτως ὑπὲρ καλῶν τὸ ν βίον ἐκλιπόντας, ἀλλὰ τῶν τὸ ζῆν ε ἰς αἰώνιον τάξιν μετηλλα χό των ἕξουσιν. εἰ γὰρ ὁ τοῖ ς ὁ τοῖς Cobet. ἄλλοις ὢν ἀνιαρ ότ ατος ἀνιαρότατος Babington. θάνατος τούτοις ἀρχηγὸς μεγάλων ἀγαθῶν γέγονε, πῶς τούτους ο ὐ κ εὐτυχεῖς κρίνειν δίκαιον, ἢ πῶς ἐκλελοιπέναι τὸν βίον, ἀλλʼ οὐκ ἐξ ἀρχῆς γεγονέναι καλλίω γένεσιν τῆς πρώτης ὑπαρξάσης; τότε μὲν γὰρ παῖδες ὄντες ἄφρονες ἦσαν, νῦν δʼ ἄνδρες ἀγαθοὶ γεγόνασιν.